ΤΗΝ ΠΕΜΠΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΚΑΤΑΝΥΚΤΙΚΗΝ ΑΚΟΛΟΥΘΙΑΝ
ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ
Ψάλλεται μετά τοῦ στίχου: Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
ΚΑΝΩΝ Ο ΜΕΓΑΣ
ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.
Ὠδὴ α´. Ἦχος πλ. β'. Ὁ Εἱρμὸς.
«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός,
καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν,
ἐνδόξως γὰρ δεδόξασται». (Δίς)
Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις;
ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνωδίᾳ;
ἀλλ᾽ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.
Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ,
ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας,
καὶ προσάγαγε Θεῷ, ἐν μετανοίᾳ δάκρυα.
Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας,
ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου,
Βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.
Οἴμοι τάλαινα ψυχή! τὶ ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ;
εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου,
καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.
Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα,
ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα,
καὶ χορτάζων με ἀεί, τῆς ἰοβόλου βρώσεως.
Ἐπαξίως τῆς Ἐδέμ, προεξεῤῥίφη ὡς μὴ φυλάξας,
μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τὶ πάθω,
ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;
Τὴν τοῦ Κάϊν ὑπελθῶν, μιαιφονίαν τῇ προαιρέσει,
γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα,
καὶ στρατεύσας κατ' αὐτῆς, ταις πονηραῖς μου πράξεσι.
Τήν τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνη,
δῶρά σοὶ δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους,
οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.
Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ,
πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον,
προσηγάγομεν ὁμοῦ, διὸ καὶ κατεκρίθημεν.
Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι,
σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν.
Ἀλλ᾽ ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.
Ἐξαγγέλλω σοὶ Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην,
καὶ τὰς τῆς ψυχῆς, καὶ σαρκός μου πληγάς, ἃς μοὶ ἔνδον ἐχθροί,
μιαιφόνοις λογισμοῖς, λῃστρικῶς ἐναπέθηκαν.
Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ᾽ οἶδα ὅτι φιλάνθρωπος εἶ,
πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις,
καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.
Ἐῤῥιμμένον μὲ Σωτήρ, πρὸ τῶν θυρῶν σου κἄν ἐν τῷ γήρει,
μὴ μὲ ἀποῤῥίψῃς εἰς Ἅδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους,
ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.
Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι,
ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω.
Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σὺ με οἴκτειρον.
Ὁ λησταῖς περιπεσῶν, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου,
ὅλως ὑπ᾽ αὐτῶν τετραυμάτισμαι νῦν, ἐπλήσθην μωλώπων,
ἀλλ᾽ αὐτὸς μοὶ ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.
Ἱερεύς με προϊδῶν, ἀντιπαρῆλθε, καὶ ὁ Λευϊτης,
βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ᾽ ὁ ἐκ Μαρίας,
ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστὰς μὲ οἴκτειρον.
Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας,
ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.
Μετανοίας ὁ καιρός, προσέρχομαί σοὶ τῷ Πλαστουργῷ μου,
Ἆρον τὸν κλοιὸν ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Μὴ βδελύξῃ με Σωτήρ, μὴ ἀποῤῥίψῃς τοῦ σοῦ προσώπου,
ἆρον τὸν κλοιόν, ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοὶ δός, παραπτωμάτων ἄφεσιν.
Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου,
καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα,
συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν με.
Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου παρωθησάμην,
ὅλον ἐμπαθῶς, ἀμελῶν ῥᾳθυμῶν, παρῆλθον τὸν βίον,
διὸ κράζω σοὶ Σωτήρ, κἄν ἐν τῷ τέλει, σῶσόν με.
Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ,
ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω,
ὁ ἐλέους χορηγός, προφθάσας σὺ με οἴκτειρον.
Σοὶ προσπίπτω Ἰησοῦ, ἡμάρτηκά σοὶ, ἱλάσθητί μοί,
ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.
Μὴ εἰσέλθης μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα,
λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμῶν, ἄλλ᾽ ἐν οἰκτιρμοῖς σου,
παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.
Ἕτερος Κανών
τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας,
εἰς τόν αὐτόν Ἦχον καί Εἱρμόν, οὗ ἡ Ἀκροστιχίς.
Σύ ἡ ὁσία Μαρία βήθει.
Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὴν μοὶ δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας,
χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ᾆσαι προθύμως,
τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑποκύψασα Χριστοῦ, τοὶς θείοις νόμοις, τούτω προσῆλθες,
τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμᾷς, λιποῦσα καὶ πᾶσαν,
ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἑκατώρθωσας.
Τοῦ Ἁγίου Ἀνδρέου
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίμων,
καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ,
ἀνυμνούντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι
Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν,
ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων,
ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.
Ὠδὴ β'. Ὁ Εἱρμὸς.
«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν,
τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημησαντα». (Δίς)
Τροπάρια
Πρόσεχε, οὐρανέ, καὶ λαλήσω. γῆ ἐνωτίζου φωνῆς,
μετανοούσης Θεῷ, καὶ ὑμνούσης αὐτόν.
Πρόσχες μοι, ὁ Θεὸς ὡς οἱκτίρμων, ἱλέῳ ὄμματί σου,
καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.
Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι.
ἀλλ' οἴκτειρον ὡς Θεός, Σωτὴρ τὸ ποίημά σου.
Ζάλη με, τῶν κακῶν περιέχει, ἀλλὰ εὐσπλάγχνῳ ῥοπῇ
καθὼς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.
Δάκρυα, ὡς ἡ Πόρνη Οἰκτίρμον, προβάλλομαί σοι Χριστέ.
Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.
Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταὶς τῶν παθῶν ἡδοναίς,
καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.
Διέῤῥηξα, τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι,
ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.
Ἐνδέδυμαι, διεῤῥηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοί,
ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.
Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἡπατήθην τὸν νοῦν,
καὶ ἔνθεν κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν παθῶν,
μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.
Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου,
καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Κατέῤῥαψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί,
γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.
Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς,
εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.
Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ᾑμαγμένον αἰσχρῶς,
τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.
Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατεῤῥύπωσα,
τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.
Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾶ.
καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.
Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ,
προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.
Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τη τῶν αἰσχρῶν λογισμῶν,
ποικίλῃ περιβολή, καὶ κατακρίνομαι.
Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα,
τῆς ἔνδον ὑπεριδῶν, θεοτυπώτου σκηνῆς.
Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν,
ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμῃνάμην τοῦ νοῦ τὴν ὡραιότητα.
Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν.
ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.
Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι.
ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.
Ὠλίσθησα, ὡς ὁ Δαυΐδ ἀκολάστως, καὶ βεβορβόρωμαι,
ἀλλ' ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσι.
Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοί, Σῶτερ ἱλάσθητί μοι.
οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.
Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν.
αὐτὸς μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.
Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε.
ἀλλ' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.
Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι, σὺ ἀνακαλέσαί με,
καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.
Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου,
καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς. Σωτὴρ καὶ σῶσόν με.
Θεοτοκίον.
Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε,
ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἱρμὸς ἄλλος.
«Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας,
καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,
τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ».
Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός. ἐνωτίζου ψυχή μου,
τοῦ Κυρίου βοῶντος. καὶ ἀποσπάσθητι τῆς πρώτης ἁμαρτίας,
καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.
Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχή; εἴ μὴ τῷ πρώτῳ Κάϊν,
καὶ τῶ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις,
καὶ κτείνασα τὸν νοῦν, ταις παραλόγοις ὁρμαις.
Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης,
οὐ τὸ Ἐνὼς ἐμιμήσω,οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε.
ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.
Μόνη ἐξήνοιξας, τοὺς κατάῤῥάκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου,
καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον.
καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.
Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα,
Λάμεχ θρηνῶν ἐβόα. σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου,
ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.
Ὧ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα,
τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφόν μου δέ μου τὸ σῶμα ἀποκτείνας,
ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!
Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι,
ταῖς σαῖς ἐπιθυμίαις, εἰ μὴ συνέχεεν ὁ Κτίστης τὰς βουλάς σου,
καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.
Τέτρωμαι, πέπληγμαι. ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου,
τὴν ψυχὴν καὶ τὸ σῶμα. ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πυρώσεις,
δηλοῦσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.
Έβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν,
πυρπολήσας Σοδόμων. σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,
ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.
Γνῶτε καὶ ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας,
καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας,
καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ,
κακῶν βυθιζομένη. καὶ ὡς τῶ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας,
ἐξέτεινε τὴν σήν, ἐπιστροφὴν πάντων ζητῶν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῶ, τὴν πρὶν τῆς ἁμαρτίας,
ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταῖς ἀβάτοις τρεφομένη,
καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου.
διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες.
Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡμᾶς.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι,
ἡμαρτηκότα σῶσον. σὸν εἰμι πλάσμα, μὴ παρίδῃς,
ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων,
καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου,
ἰλέωσαι κᾀμοί, ταὶς ἱκεσίαις ταῖς σαῖς.
Ὠδὴ γ'. Ὁ Εἱρμὸς.
«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,
τὴν Ἐκκλησίαν σου στερέωσον».
Τροπάρια.
Πῦρ παρὰ Κυρίου ψυχή, Κύριος ἐπιβρέξας,
τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.
Εἰς τὸ ὄρος σώζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος,
καὶ εἰς Σηγὼρ προανασώθητι.
Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν,
φεῦγε φθορὰν θείας φλογώσεως.
Ἐξομολογοῦμαί σοὶ Σωτήρ. Ἥμαρτὸν ἥμαρτον σοὶ.
ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.
Ἡμαρτὸν σοι μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας,
Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.
Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός. ζήτησόν με τὸν ἄρνα,
καὶ πλανηθέντα μὴ παρίδῃς με.
Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου.
ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὤ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης,
καὶ πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου,
χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.
Ἄλλος Εἱρμὸς.
«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,
σαλευθεῖσαν τὴν καρδίαν μου. ὅτι μόνος,
Ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)
Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην,
καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους.
Ἥμαρτον ἱλάσθητι σωσόν με.
Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην,
τὴν ἐκείνων κληρωσάμενος, καταδίκην,
ἐν κατακλυσμῷ καταδύσεως.
Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοι ἱλάσθητί μοι,
οὐ γὰρ ἔστιν ὃς τις ἥμαρτεν, ἐν ἀνθρώποις,
ὃν οὐχ ὑπερέβην τοις πταίσμασι.
Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη,
τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον,
ὀπισθοφανῶς ἀνακάμψασα.
Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία.
οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ,
ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.
Ἐκ γῆς Χαῤῥὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου,
δεῦρο εἰς γην ῥέουσαν ἀείζωον, ἀφθαρσίαν,
ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.
Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα,
γῆν πατρώαν, καὶ γενόμενον, μετανάστην,
τούτου τὴν προαίρεσιν μίμησαι.
Ἐν τῇ δρυΐ τη Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης,
τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας,
τῆς ἐπαγγελίας τὸ θήραμα.
Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν,
μυστικῶς ὁλοκαρπούμενον, τῶ Κυρίῳ,
μίμησαι αὐτοῦ τὴν προαίρεσιν.
Τὸν Ἰσμαὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα,
ὡς παιδίσκης ἀποκύημα. βλέπε μήπως,
ὅμοιόν τι πάθῃς λαγνεύουσα.
Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωμοιώθης,
δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ,
τὴν αὐθάδειαν.
Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην.
ἀπὸ γῆς πρὸς τὰ οὐράνια. τὶ μὴ ἔσχες,
βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;
Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον,
τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ,
βίου ἐν ἀνθρώποις μιμήθητι.
Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω,
τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων.
ἄνω εἰς Σηγὼρ διασώθητι.
Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας.
φεῦγε Σόδομα καὶ Γόμοῤῥα.
φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.
Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι,
ὅτε ἥξεις μέτ' Ἀγγέλων σου, ἀποδοῦναι,
πᾶσι κατ' ἀξίαν τῶν πράξεων.
Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀποῤῥίψης.
ἀλλ' οἰκτείρησον Φιλάνθρωπε, καὶ παράσχου,
πίστει αἰτουμένοις τὴν ἄφεσιν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων,
ἀλλ' αὐτὴ μὲ νυν διάσωσον, καὶ πρὸς ὅρμον,
θείας μετανοίας εἰσάγαγε.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα,
πρὸς τὴν εὔσπλαγχνον πρεσβείᾳ σου, Θεοτόκον,
ἄνοιξόν μοι θείας εἰσόδους σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταις σαις λιταις δώρησαι, καμοὶ τὴν λύσιν τῶν ὀφλημάτων,
ὧ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας,
σὺ μυσταγωγὸς γὰρ πανάριστος.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Μονὰς ἁπλῆ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι,
ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον,
πίστει προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεοκυῆτορ,
ἀπειράνδρως ἀπεκύησας. ξένον θαῦμα,
μείνασα Παρθένος θηλάζουσα.
Και πάλιν τὸν Εἱρμόν.
«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,
σαλευθεῖσαν τὴν καρδίαν μου. ὅτι μόνος,
Ἅγιος ὑπάρχεις καὶ Κύριος».
Κάθισμα Ποίημα Ἰωσὴφ. Ἦχος πλ. δ' . Ἀνέστης ἐκ νεκρῶν.
Φωστῆρες θεαυγεῖς, τοῦ Σωτῆρος αὐτόπται, φωτίσατε ἡμᾶς,
τοὺς ἐν σκότει τοῦ βίου, ὅπως ὡς ἐν ἡμέρα,
νυν εὐσχημόνως περιπατήσωμεν, φέγγει τῆς ἐγκρατείας,
νυκτώδη πάθη ἀποδιώκοντες, καὶ τὰ λαμπρὰ κατίδωμεν
Χριστοῦ Παθήματα χαίροντες.
Ἕτερον, Ποίημα Θεοδώρου. Δόξα... Τὸ προσταχθὲν. Ὁ αὐτός
Τῶν Ἀποστόλων δωδεκὰς ἡ θεόλεκτος, ἱκετηρίαν τῷ Χριστῷ νῦν προσάγαγε,
τὸ Νηστείας στάδιον πάντας διανύσαι,
τελοῦντας ἐν κατανύξει τὰς προσευχάς, ποιοῦντας ἐν προθυμίᾳ τὰς ἀρετάς,
ὅπως οὕτω προφθάσωμεν, ἰδεῖν Χριστοῦ τοῦ Θεοῦ τὴν ἔνδοξον Ἀνάστασιν,
δόξαν αἶνον, προσάγοντες.
Καὶ νυν... Θεοτοκίον. Ὅμοιον
Τὸν ἀπερίληπτον Θεοῦ Υἱὸν καὶ Λόγον, ἀνερμηνεύτως ὑπὲρ νοῦν
ἐκ σοῦ τεχθέντα, Θεοτόκε ἱκέτευε σὺν τοις Ἀποστόλοις,
εἰρήνην τῇ Οἰκουμένῃ εἰλικρινῆ, βραβεύσαι, καὶ τῶν πταισμάτων δοῦναι ἡμῖν,
πρὸ τοῦ τέλους συγχώρησιν, καὶ Βασιλείας Οὐρανῶν,
δι' ἄκραν ἀγαθότητα, ἀξιῶσαι τοὺς δούλους σου.
Μετά ταῦτα ψάλλομεν τὰ ἐφεξῆς Τριώδια ἄνευ μετανοιῶν,
ἐν οἷς στιχολογοῦμεν καὶ τὴν δ’ Ὠδήν.
Τριώδιον Ποίημα Ἰωσὴφ. Ὠδὴ δ' Ἦχος πλ. δ'. Εἰσακήκοα Κύριε.
Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐγκρατείᾳ συζήσαντες, οἱ πεφωτισμένοι Χριστοῦ Ἀπόστολοι,
ἐγκρατείας τὸν καιρὸν ἡμῖν, μεσιτείαις θείαις εὐμαρίζουσι.
Δωδεκάχορδον ὄργανον, μέλος ἐκελάδησε τὸ σωτήριον,
Μαθητῶν χορὸς ὁ ἔνθεος, πονηρὰ συγχέων μελῳδήματα.
Ἑπομβρίαις τοῦ Πνεύματος, πᾶσαν τὴν ὑφήλιον κατηρδεύσατε,
τὸν αὐχμὸν ἀποδιώξαντες, τῆς πολυθεΐας Παμμακάριστοι.
Θεοτοκίον.
Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευσάμενον,
ὡς τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν φύσιν Πάναγνε.
Ἕτερον Τριώδιον. Ποίημα Θεοδώρου. Εἱρμὸς ἄλλος. Ἦχος ὁ αὐτὸς.
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην,
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασα τὸ κράτος σου Δέσποτα».
Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀποστόλων ἡ πάνσεπτος, χοροστασία τῷ πάντων Κτίστῃ,
δυσωποῦσα παρακλήθητι, ἐλεῆσαι ἡμᾶς τοὺς ἀνευφημοῦντάς σε.
Ὡς ἐργάται ὑπάρχοντες, Χριστοῦ Ἀπόστολοι πάντα Κόσμον
θείῳ λόγῳ γεωργήσαντες, προσηγάγετε καρποὺς αὐτῷ πάντοτε.
Ἀμπελὼν ἐγενήθητε, Χριστῷ τῷ ὄντως ἠγαπημένω.
τὸν γὰρ οἶνον τὸν τοῦ Πνεύματος, ἐξεβλύσατε τῷ Κόσμῳ Ἀπόστολοι.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ὑπεράρχιε σύμμορφε, πανσθενεστάτη Τριὰς ἁγία, Πάτερ Λόγε Πνεῦμα Ἅγιον,
Θεὲ φῶς καὶ ζωή, φύλαττε τὴν ποίμνην σου.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε, χαῖρε λυχνία λαμπαδηφόρε.
χαῖρε ὄρος ἁγιάσματος. κιβωτὲ τῆς ζωῆς, Ἁγίων ἁγία σκηνή.
Τὰ τοῦ Μεγάλου Κανόνος.
Ὠδὴ δ'. Ὁ Εἱρμὸς.
«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη,
ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι
καὶ ἔλεγεν. Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην.
δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)
Τροπάρια.
Τὰ ἔργα σου μὴ παρίδῃς, τὸ πλάσμα σου μὴ παρόψη Δικαιοκρῖτα.
εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε,
ἀλλ' ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.
Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζη.
ὁ καιρὸς συντέμνει, διανάστηθι. ἐγγὺς ἐπὶ θύραις ὁ Κριτὴς ἐστιν,
ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει. τὶ μάτην ταραττόμεθα;
Ἀνάνηψον ὦ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου,
καὶ ταύταις ἐπ' ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου.
εἰπὲ παῤῥησία τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.
Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακίᾳ,
ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον,
καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμη, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.
Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας,
ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἢς οὐδὲν ἐν κόσμῳ βιαιότερον.
Κριτὰ Λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν με τὸν δοῦλόν σου.
Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου,
πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως.
εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.
Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης
καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων,
πυκτεύων, δουλεύων, ἵνα τὰς δύω, γυναῖκας εἰσαγάγηται.
Γυναῖκάς μοι δύω νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ.
τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον, τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον.
καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.
Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις,
ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν,
καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.
Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας,
μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχή μου ἀναβάσεως,
τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.
Ἡσαῦ τὸν μεμισημένον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου,
τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς
εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί γνώσει. διὸ νῦν μετανόησον.
Ἐδὼμ ὁ Ἡσαῦ ἐκλήθη, δι' ἄκραν θηλυμανίας ἐπιμιξίαν.
ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταις ἡδοναις κατασπιλούμενος.
Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.
Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα,
τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στεῤῥὸν οὐκ ἔσχες τῆς προθέσεως,
ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ' ὤφθης ἀκαρτέρητος.
Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος.
ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις καὶ ἀφερέοικος αἰφνίδιον.
παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἐλογίζετο.
Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος,
πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν,
ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.
Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα,
τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα,
ψυχὴ τὶ ποιήσεις, ἐάν τὶ τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;
Τὸ σῶμα κατεῤῥυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἠλκώθην.
ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον,
ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον χιόνος, Σωτήρ μου, καθαρώτερον.
Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ παντων, ἔθηκας Λόγε.
τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με. τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνης με,
τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῶ Γεννήτορι.
Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς ὁ Κτίστης, ἵνα σωθῶμεν.
ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι, ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεώγνυτο.
τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνουσί σε.
Γενέσθω μοὶ κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα,
τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι,
χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.
Γυμνὸς εἰμι τοῦ Νυμφῶνος, γυμνὸς εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου.
ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι.
τὸ δεῖπνον ἑβρώθη. ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέῤῥιμμαι.
Κρατήρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον,
ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως,
εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.
Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας.
ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι.
μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἴκῇ καὶ μάτην.
μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν,
παράσχου μοὶ μόνε οἰκτίρμον, δικαιοκρῖτα, καὶ τούτῳ συναρίθμησον.
Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα Oἰκτίρμον.
ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ εν ἐπιγνώσει ἀνακάλεσαι. μὴ
γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός μοι οἴκτειρον.
Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου, βλάπτων Οἰκτίρμον.
ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι. μὴ γένωμαι κτῆμα,
μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου, τοῦ Νομοθέτου.
ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι.
μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀσώματον πολιτείαν, ἐν σώματι μετελθοῦσα, χάριν Ὁσία,
πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σὲ προΐστασο.
διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων, ἡμᾶς εὐχαῖς σου λύτρωσαι.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης.
ἀλλ' ἀνέδραμες λογισμῶ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως,
σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.